Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.9 Joseph. AJ 4.14 (English) >>Joseph. AJ 4.18

4.12στάσις οὖν αὐτοὺς οἵαν ἴσμεν οὔτε παρʼ Ἕλλησιν οὔτε παρὰ βαρβάροις γενομένην κατέλαβεν, ὑφʼ ἧς ἅπαντας ἀπολέσθαι κινδυνεύσαντας ἔσωσε Μωυσῆς οὐ μνησικακῶν, ὅτι παρʼ ὀλίγον ἦλθε καταλευσθεὶς ὑπʼ αὐτῶν ἀποθανεῖν. 4.13οὐδʼ θεὸς δὲ ἠμέλησε τοῦ μηδὲν αὐτοὺς παθεῖν τῶν δεινῶν, ἀλλὰ καίπερ εἰς τὸν νομοθέτην αὐτῶν ἐξυβρισάντων καὶ τὰς ἐντολάς, ἃς αὐτὸς διὰ Μωυσέος αὐτοῖς ἐπέστειλεν, ἐρρύσατο τῶν ἐκ τοῦ στασιάζειν αὐτοῖς ἂν γενομένων δεινῶν, εἰ μὴ προενόησε. τήν τε οὖν στάσιν καὶ ὅσα μετʼ αὐτὴν Μωυσῆς ἐπολιτεύσατο διηγήσομαι προδιελθὼν τὴν αἰτίαν ἀφʼ ἧς ἐγένετο. 4.14

Κορῆς τις Ἑβραίων ἐν τοῖς μάλιστα καὶ γένει καὶ πλούτῳ διαφόρων ἱκανὸς δʼ εἰπεῖν καὶ δήμοις ὁμιλεῖν πιθανώτατος, ὁρῶν ἐν ὑπερβαλλούσῃ τιμῇ τὸν Μωυσῆν καθεστῶτα χαλεπῶς εἶχεν ὑπὸ φθόνου, καὶ γὰρ φυλέτης ὢν ἐτύγχανεν αὐτοῦ καὶ συγγενής, ἀχθόμενος ὅτι ταύτης τῆς δόξης δικαιότερον ἂν τῷ πλουτεῖν ἐκείνου μᾶλλον μὴ χείρων ὢν κατὰ γένος αὐτὸς ἀπέλαυε. 4.15παρά τε τοῖς Λευίταις, φυλέται δʼ ἦσαν, καὶ μάλιστα παρὰ τοῖς συγγενέσι κατεβόα δεινὸν εἶναι λέγων Μωυσῆν δόξαν αὑτῷ θηρώμενον κατασκευάσαι καὶ κακουργοῦντα κτήσασθαι ταύτην ἐπὶ προφάσει τοῦ θεοῦ περιορᾶν, παρὰ τοὺς νόμους μὲν τἀδελφῷ τὴν ἱερωσύνην Ἀαρῶνι δόντα, μὴ τῷ κοινῷ δόγματι τοῦ πλήθους ἀλλʼ αὐτοῦ ψηφισαμένου,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.9 Joseph. AJ 4.14 (English) >>Joseph. AJ 4.18

Powered by PhiloLogic